Add parallel Print Page Options

30 ὑπολαβὼν [a]δὲ ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες [b]ἡμιθανῆ. 31 κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν· 32 ὁμοίως δὲ καὶ [c]Λευίτης κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν. 33 Σαμαρίτης δέ τις ὁδεύων ἦλθεν κατ’ αὐτὸν καὶ [d]ἰδὼν ἐσπλαγχνίσθη, 34 καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ. 35 καὶ ἐπὶ τὴν [e]αὔριον ἐκβαλὼν [f]δύο δηνάρια ἔδωκεν τῷ πανδοχεῖ καὶ [g]εἶπεν· Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. 36 [h]τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; 37 ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ. εἶπεν [i]δὲ αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:30 δὲ RP ] – WH Treg NIV
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:30 ἡμιθανῆ WH Treg NIV ] + τυγχάνοντα RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:32 Λευίτης WH Treg ] + γενόμενος NIV RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:33 ἰδὼν WH NIV ] + αὐτὸν Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:35 αὔριον WH Treg NIV ] + ἐξελθών RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:35 δύο δηνάρια ἔδωκεν WH Treg RP ] ἔδωκεν δύο δηνάρια NIV
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:35 εἶπεν WH Treg NIV ] + αὐτῷ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:36 τίς WH NIV ] + οὖν Treg RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:37 δὲ WH Treg NIV ] οὖν RP